Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 7.13 | Dem. 7.16 (English) | >>Dem. 7.20 |
7.15ἔτι δὲ καὶ δοθῆναι αὐτῷ ταύτην τὴν ἄδειαν , περιπλέοντι καὶ ὁρμιζομένῳ εἰς τὰς νήσους ἐπὶ προφάσει τῇ τῶν λῃστῶν φυλακῇ διαφθείρειν τοὺς νησιώτας καὶ ἀφιστάναι ὑμῶν , καὶ μὴ μόνον τοὺς φυγάδας τοὺς παρʼ ἑαυτοῦ εἰς Θάσον κεκομικέναι διὰ τῶν ὑμετέρων στρατηγῶν , ἀλλὰ καὶ τὰς ἄλλας νήσους οἰκειώσασθαι , συμπέμπων τοὺς συμπλευσομένους μετὰ τῶν στρατηγῶν τῶν ὑμετέρων ὡς κοινωνήσοντας τῆς κατὰ θάλατταν φυλακῆς .
7.16καίτοι οὔ φασί τινες αὐτὸν προσδεῖσθαι τῆς θαλάττης . ὁ δʼ οὐδὲν δεόμενος τριήρεις κατασκευάζεται , καὶ νεωσοίκους οἰκοδομεῖται , καὶ ἀποστόλους ἀποστέλλειν βούλεται , καὶ δαπάνας οὐ μικρὰς δαπανᾶν εἰς τοὺς κατὰ θάλατταν κινδύνους , ὧν οὐδὲν προτιμᾷ .
ταῦτʼ οἴεσθʼ ἄν , ὦ ἄνδρες Ἀθηναῖοι , Φίλιππον ἀξιῶσαι ὑμᾶς συγχωρῆσαι αὐτῷ , εἰ μὴ ὑμῶν μὲν κατεφρόνει , οὓς δʼ ἐνθάδε προῄρηται φίλους κεκτῆσθαι , τούτοις διεπίστευεν ; οἳ οὐκ αἰσχύνονται Φιλίππῳ ζῶντες καὶ οὐ τῇ αὑτῶν πατρίδι , καὶ τὰς παρʼ ἐκείνου δωρειὰς λαμβάνοντες οἴονται οἴκαδε λαμβάνειν , τὰ οἴκοι πωλοῦντες .
περὶ δὲ τῆς ἐπανορθώσεως τῆς εἰρήνης , ἣν ἔδοσαν ἡμῖν οἱ πρέσβεις οἱ παρʼ ἐκείνου πεμφθέντες ἐπανορθώσασθαι , ὅτι ἐπηνωρθωσάμεθα , ὃ παρὰ πᾶσιν ἀνθρώποις ὁμολογεῖται δίκαιον εἶναι , ἑκατέρους ἔχειν τὰ ἑαυτῶν , ἀμφισβητεῖ μὴ δεδωκέναι μηδὲ τοὺς πρέσβεις ταῦτʼ εἰρηκέναι πρὸς ὑμᾶς , οὐδὲν ἀλλʼ ἢ πεπεισμένος ὑπὸ τούτων , οἷς χρῆται φίλοις , ὡς ὑμεῖς οὐ μνημονεύετε τὰ ἐν τῷ δήμῳ εἰρημένα .
7.17
7.18
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 7.13 | Dem. 7.16 (English) | >>Dem. 7.20 |